Add parallel Print Page Options

12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν, 13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ [a]κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς· 14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, [b]ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος. 15 καὶ ἡ εἰρήνη τοῦ [c]Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε. 16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς [d]ψαλμοῖς, [e]ὕμνοις, ᾠδαῖς πνευματικαῖς [f]ἐν χάριτι, ᾄδοντες ἐν [g]ταῖς καρδίαις ὑμῶν τῷ [h]θεῷ· 17 καὶ πᾶν [i]ὅ τι [j]ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ [k]θεῷ πατρὶ δι’ αὐτοῦ.

18 Αἱ γυναῖκες, ὑποτάσσεσθε [l]τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ [m]εὐάρεστόν ἐστιν ἐν κυρίῳ. 21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν [n]ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν [o]κύριον. 23 [p]ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ κυρίου [q]ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· [r]τῷ κυρίῳ Χριστῷ δουλεύετε· 25 [s]γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:13 κύριος WH Treg NIV ] Χριστὸς RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:14 WH Treg NIV ] ἥτις RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:15 Χριστοῦ WH Treg NIV ] θεοῦ RP
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ψαλμοῖς WH Treg NIV ] + καὶ RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ὕμνοις WH Treg NIV ] + καὶ RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ἐν WH RP ] + τῇ Treg NIV
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 ταῖς καρδίαις WH Treg NIV ] τῇ καρδίᾳ RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:16 θεῷ WH Treg NIV ] κυρίῳ RP
  9. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ὅ τι Treg NIV RP ] ὅτι WH
  10. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 ἐὰν WH Treg NIV ] ἂν RP
  11. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:17 θεῷ WH Treg NIV ] + καὶ RP
  12. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:18 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  13. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:20 εὐάρεστόν ἐστιν WH Treg NIV ] ἐστιν εὐάρεστον RP
  14. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NIV
  15. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 κύριον WH Treg NIV ] θεόν RP
  16. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:23 WH Treg NIV ] καὶ πᾶν ὃ τι RP
  17. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 ἀπολήμψεσθε WH Treg NIV ] λήψεσθε RP
  18. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 τῷ WH Treg NIV ] + γὰρ RP
  19. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:25 γὰρ WH Treg NIV ] δὲ RP